Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.1 Joseph. AJ 9.7 (English) >>Joseph. AJ 9.12

9.5ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων· μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας. 9.6ἄρχοντας δʼ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα. 9.7

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπʼ αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων· γεννᾶται δʼ ἐν αὐτῇ φοῖνιξ κάλλιστος καὶ ὀποβάλσαμον. 9.8ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας· 9.9καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.1 Joseph. AJ 9.7 (English) >>Joseph. AJ 9.12

Powered by PhiloLogic